3/12/13

Νεκρώσιμα Εὐλογητάρια

Νεκρώσιμα Εὐλογητάρια. Ἦχος πλ. α´. 
https://www.youtube.com/watch?v=_xvEYyJsdtg


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὔρω καγῶ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σώσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Οἱ τὸν Ἀμνόν, τοῦ Θεοῦ κυρήξαντες, καὶ σφαγιασθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, Ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, Μάρτυρες, αἰτήσασθε, ὀφλημάτων λύσιν ἡμῖν δωρήσασαθαι.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Οἱ τὴν ὁδόν, τὴν στενὴν βαδίσαντες, τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τὸν Σταυρόν, ὡς ζυγὸν ἀράμενοι, καὶ ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει, δεῦτε ἀπολαύετε, ἃ ἡτοίμασα ὑμῖν, βραβεῖα καὶ στέφη τὰ οὐράνια.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκὼν εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σὴ εὐσπαγχνία, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοί. Παραδείσου πάλιν ποιῶν πολίτην με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
 πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θεία τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν μὲ ἐπιστρέψας εἰς γὴν ἐξ ἦς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
νάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν σου καὶ κατάταξον αὐτὸν ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τὸν κεκοιμημένον δοῦλον σου ἀνάπαυσον, παρορῶν αὐτοῦ πάντα τὰ ἐγκλήματα.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοὶ λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἦς γένος τῶν ἀνθρώπων εὔρατο τὴν σωτηρίαν, διὰ σοῦ εὔροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός. (τρίς)



Νεκρώσιμα Εὐλογητάρια. Ἦχος πλ. α´. 

https://www.youtube.com/watch?v=0Ip6wyCwMVQ



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...

Συνολικες Προβολες