6/1/25

Βυζαντινά Κάλαντα (Ακροστιχίδες)

Βυζάντιο (Ἄναρχος Θεὸς) 
https://youtu.be/Apa8zxHICKE?si=tXR3vbew--Cg6pvf
Βυζαντινὰ Κάλαντα Χριστουγέννων (Σιναΐτικη ἀλφαβητικὴ ἀκροστιχίδα) 
Τα βυζαντινά κάλαντα θυμίζουν αλφαβητάρι. Κάθε στίχος τους ξεκινάει από ένα γράμμα του αλφαβήτου κατά σειρά


ναρχος Θεὸς καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατώκοισεν. 

Βασιλεὺς τῶν ὅλων καὶ Κύριος ἦλθε τὸν Ἀδὰμ ἀναπλάσασθαι. 

Γηγενεῖς σκιρτάτε καὶ χαίρεσθε, τάξεις τῶν ἀγγέλων εὐφραίνεσθε. 
 
Δεῦτε ἐν σπηλαίῳ θεάσασθαι, κείμενον ἐν φάτνῃ τὸν Κύριον. 

ξ ἀνατολῶν μάγοι ἔρχονται δῶρα προσκομίζουσι ἄξια. 

Ζητοῦν προσκυνῆσαι τὸν Κύριον, τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον. 

ἀστὴρ τοὺς μάγους ὁδήγησεν ἄνω τοῦ σπηλαίου τοὺς ἔφερεν. 

Θεὸς Βασιλεὺς προαιώνιος τίκτεται ἐκ κόρης Θεόπαιδος. 

δὼν ὁ Ἡρῴδης ἐθαύμασε τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν. 

Κράζει καὶ βοᾷ πρὸς τοὺς ἱερεῖς τοὺς δοξολογοῦντας τὸν Κύριον.

 Λέγετε σοφοὶ καὶ διδάσκαλοι ἄρα που γεννᾶται ὁ Κύριος.

Μάγοι τὸν κηρύττουν καὶ λέγουσι Βασιλέα μέγα καὶ Κύριον. 

Νῦν Ἡρῴδης σήμερον ἤκουσεν ἀληθείας θαῦμα κι ἐθαύμασεν. 

Ξένον καὶ παράδοξον ἄκουσμα, τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν. 

μακροθυμήσας καὶ Κύριος, σῶσαι τοὺς εἰς Σε καταφεύγοντας.

Ποιμένες ἰδόντες ἐδόξαζον, δόξα ἐν ὑψίστοις ἐκραύγαζον. 

ῆμα Ἰωσὴφ νύκτα ἤκουσεν ἄγγελος Κυρίου ἐλάλησε. 

Σήμερον γεννᾶται ὁ Κύριος καὶ πᾶσα ἡ κτίσις ἀγάλλεται.

Τρεῖς τὰς ὑποστάσεις ἐγνώκαμεν· Πατέρα, Υἱόν, Πνεῦμα Ἅγιον.

πὸ ἀρχαγγέλων ὑμνούμενον καὶ τῶν Σεραφεὶμ δοξαζόμενον.

Φῶς ἐν τῷ σπηλαίῳ ἐπέφανεν καὶ τὸν κόσμον ὅλον ἐφώτισε.

Χαίρουσα ἡ κτίσις ἀγάλλεται καὶ πανηγυρίζει, εὐφραίνεται.

Ψάλλοντες Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.Ἅγιος, 

παρθενομήτορ καὶ Δέσποινα· σῷζε τοὺς εἰς Σὲ καταφεύγοντας.



Ἀπό τῆς ἐρήμου ὁ Πρόδρομος 
https://youtu.be/MDY411hDNW8?si=7TQ7XGnEdzLPR5Y8
Βυζαντινὰ Κάλαντα των Θεοφανίων (Σιναΐτικη ἀλφαβητικὴ ἀκροστιχίδα) 
Τα βυζαντινά κάλαντα θυμίζουν αλφαβητάρι. Κάθε στίχος τους ξεκινάει από ένα γράμμα του αλφαβήτου κατά σειρά


πό τῆς ἐρήμου ὁ Πρόδρομος ἦλθε τοῦ βαπτῖσαι τόν Κύριον. 
Ἐρουρέμ, ἐρουρέμ, ἔρου, ρέρου, ρερουρέμ, χαῖρε Πρόδρομε.
 
Βασιλέα πάντων ἐβάπτισε εἰς τόν Ἰορδάνην ὁ Πρόδρομος. 
Ἐρουρέμ, ἐρουρέμ, ἔρου, ρέρου, ρερουρέμ, χαῖρε Πρόδρομε. 

Γηγενεῖς σκιρτᾶτε καί χαίρεσθε, τάξεις τῶν Ἀγγέλων εὐφραίνεσθε
Ἐρουρέμ, ἐρουρέμ, ἔρου, ρέρου, ρερουρέμ, χαῖρε Πρόδρομε. 

Δέξου Ἰορδάνη τόν Κτίστην σου πρίν ἀναχαιτίσεις τά ὕδατα. 
Ἐρουρέμ, ἐρουρέμ, ἔρου, ρέρου, ρερουρέμ, χαῖρε Πρόδρομε. 

Εἰς τόν Ἰορδάνην βαπτίζεται ὑπό Ἰωάννου ὁ Κύριος. 
Ἐρουρέμ, ἐρουρέμ, ἔρου, ρέρου, ρερουρέμ, χαῖρε Πρόδρομε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...

Συνολικες Προβολες